![]() |
! (An Ancient Greek Podcast)Author: Leandros Corieltauvorum and Josep Barcinonensis
Two friends practice speaking Ancient Greek. New episode out on the 3rd Friday each month at 6pm (CET). Language: el Genres: Education, Language Learning Contact email: Get it Feed URL: Get it iTunes ID: Get it |
Listen Now...
#102 περὶ τῆς εὐδαιμονίας (Ἐπικούρου β᾽)
Episode 102
Friday, 1 May, 2026
χαίρετε, ὦ ἀκροαταί! Here is our latest episode, continuing from last time talking about Epicurus. This time we begin reading his letter to Menoeceus including his famous expression "death is nothing to us". καλῶς ὑμῖν γένοιτο!Leandros & JosepHere are the sections recited and discussed:122Μήτε νέος τις ὢν μελλέτω φιλοσοφεῖν, μήτε γέρωνὑπάρχων κοπιάτω φιλοσοφῶν. οὔτε γὰρ ἄωρος οὐδείς ἐστινοὔτε πάρωρος πρὸς τὸ κατὰ ψυχὴν ὑγιαῖνον. ὁ δὲ λέγων ἢμήπω τοῦ φιλοσοφεῖν ὑπάρχειν ὥραν ἢ παρεληλυθέναι τὴνὥραν ὅμοιός ἐστι τῷ λέγοντι πρὸς εὐδαιμονίαν ἢ μὴπαρεῖναι τὴν ὥραν ἢ μηκέτι εἶναι. ὥστε φιλοσοφητέον καὶνέῳ καὶ γέροντι, τῷ μὲν ὅπως γηράσκων νεάζῃ τοῖς ἀγαθοῖςδιὰ τὴν χάριν τῶν γεγονότων, τῷ δὲ ὅπως νέος ἅμα καὶπαλαιὸς ᾖ διὰ τὴν ἀφοβίαν τῶν μελλόντων· μελετᾶν οὖνχρὴ τὰ ποιοῦντα τὴν εὐδαιμονίαν, εἴπερ παρούσης μὲναὐτῆς πάντα ἔχομεν, ἀπούσης δὲ πάντα πράττομεν εἰς τὸταύτην ἔχειν.123Ἃ δέ σοι συνεχῶς παρήγγελλον, ταῦτα καὶ πρᾶττε καὶμελέτα, στοιχεῖα τοῦ καλῶς ζῆν ταῦτ’ εἶναι διαλαμβάνων.Πρῶτον μὲν τὸν θεὸν ζῷον ἄφθαρτον καὶ μακάριοννομίζων, ὡς ἡ κοινὴ τοῦ θεοῦ νόησις ὑπεγράφη, μηθὲν μήτετῆς ἀφθαρσίας ἀλλότριον μήτε τῆς μακαριότητος ἀνοίκειοναὐτῷ πρόσαπτε· πᾶν δὲ τὸ φυλάττειν αὐτοῦ δυνάμενον τὴνμετὰ ἀφθαρσίας μακαριότητα περὶ αὐτὸν δόξαζε. θεοὶ μὲνγὰρ εἰσίν· ἐναργὴς γὰρ αὐτῶν ἐστιν ἡ γνῶσις· οἵους δ’αὐτοὺς οἱ πολλοὶ νομίζουσιν, οὐκ εἰσίν· οὐ γὰρ φυλάττουσιν αὐτοὺς οἵουςνομίζουσιν. ἀσεβὴς δὲ οὐχ ὁ τοὺς τῶν πολλῶν θεοὺςἀναιρῶν, ἀλλ’ ὁ τὰς τῶν πολλῶν δόξας θεοῖς προσάπτων.124οὐ γὰρ προλήψεις εἰσὶν ἀλλ’ ὑπολήψεις ψευδεῖς αἱ τῶνπολλῶν ὑπὲρ θεῶν ἀποφάσεις. ἔνθεν αἱ μέγισται βλάβαι†αἴτιαι τοῖς κακοῖς ἐκ θεῶν ἐπάγονται καὶ ὠφέλειαι. ταῖς γὰρἰδίαις οἰκειούμενοι διὰ παντὸς ἀρεταῖς τοὺς ὁμοίουςἀποδέχονται, πᾶν τὸ μὴ τοιοῦτον ὡς ἀλλότριον νομίζοντες.Συνέθιζε δὲ ἐν τῷ νομίζειν μηδὲν πρὸς ἡμᾶς εἶναι τὸνθάνατον· ἐπεὶ πᾶν ἀγαθὸν καὶ κακὸν ἐν αἰσθήσει· στέρησιςδέ ἐστιν αἰσθήσεως ὁ θάνατος. ὅθεν γνῶσις ὀρθὴ τοῦ μηθὲνεἶναι πρὸς ἡμᾶς τὸν θάνατον ἀπολαυστὸν ποιεῖ τὸ τῆς ζωῆςθνητόν, οὐκ ἄπειρον προστιθεῖσα χρόνον, ἀλλὰ τὸν τῆςἀθανασίας ἀφελομένη πόθον.Full text available here:https://scaife.perseus.org/reader/urn:cts:greekLit:tlg0537.tlg012.1st1K-grc1:122-126/Support the podcast and get access to episodes in advance as well as lots of extra bonus materials: https://www.patreon.com/Hellenizdein Would you like to take AG classes with us? Check out our website for details: https://hellenicadidagmata.wordpress.com/ Follow us on “Twitter”: https://x.com/ancientgreekpod Bluesky: https://bsky.app/profile/leighcobley.bsky.social Join our Facebook group: https://www.facebook.com/groups/604916774052809 Follow us on Instagram: https://www.instagram.com/ancientgreekpodcast/ Send us an email: theancientgreekpodcast@gmail.com













